Ancient Greek · ~2 min
31
Polystratus, P.Herc. 336, 336/1150, 1150 31
Not analysed yet
νοῆσαι ἂν τά τε λοιπὰ καὶ ὡς σχέτλιον μὲν τὸ θρασυνομένους ἀλόγως τοῖς προειρημένοις περιπείπτειν· σχέτλιον δὲ καὶ τὸ ταῖς παραδεδομέναις εἰκῆι δόξαις δουλεύοντας ζῆν, πολλαῖς μὲν ἐξ αὐτῶν ταραχαῖς καὶ ἐπιθυμίαις συνεχομένους, πολλαῖς δὲ καὶ παντοδαπαῖς ἀπὸ τούτων ἐνεργείαις καὶ πράξεσιν βλαβεραῖς ἐπιτιθεμ ένους ἀεί, καὶ πολλῶν μὲν ἀλόγως ὀρεγομένο υς, δυστυχ οῦντ ας δὲ καὶ μεταμε λ ομένους ἐμ πᾶσιν· καὶ πολλὰς καὶ τῶν λοιπῶν ἀνθρώπων ἐπαρτῶντας αὑτ οῖς ὀχλήσεις, ἀφ' ὧν συμβαίνει διὰ βίου χειμαζομένους ἢ καθεστηκότας γε ἐν ὑποψίαις μηδέποτε τοῦ ζῆν ὄνησιν μηδ' ἀπόλαυσιν λαβεῖν ἀληθινήν, ἀλλ' ἐξαχθῆναι πρότερον ἐκ τοῦ ζῆν, πολλὰ ταλαιπωρή