Ancient Greek · ~4 min
Section 15
Porphyrius, Vita Pythagorae 15
Not analysed yet
Διονυσοφάνης δὲ λέγει δουλεῦσαι μὲν αὐτὸν τῷ Πυθαγόρᾳ, ἐμπεσόντα δʼ εἰς λῃστὰς καὶ στιχθέντα, ὅτε κατεστασιάσθη ὁ Πυθαγόρας καὶ ἔφευγεν, δῆσοι τὸ μέτωπον διὰ τὰ στίγματα. τινὲς δʼ ἑρμηνεύεσθαι τὸ ὄνομα φασὶ Ζάλμοξιν ξένος ἀνήρ. νοσήσαντα δὲ τὸν Φερεκύδην ἐν Δήλῳ θεραπεύσας ὁ Πυθαγόρας καὶ ἀποθανόντα θάψας εἰς Σάμον ἐπανῆλθε πόθῳ τοῦ συγγενέσθαι Ἑρμοδάμαντι τῷ Κρεοφυλείῳ. χρόνον δέ τινα αὐτοῦ διατρίβων Εὐρυμένους τοῦ Σαμίου ἀθλητοῦ ἐπεμελεῖτο, ὅς τῇ Πυθαγόρου σοφίᾳ καίτοι σμικρὸς τὸ σῶμα ὤν πολλῶν καὶ μεγάλων ἐκράτει καὶ ἐνίκα Ὀλυμπίασιν. τῶν γὰρ ἄλλων ἀθλητῶν κατὰ τὸν ἀρχαῖον ἔτι τρόπον τυρὸν καὶ σῦκα σιτουμένων, οὗτος Πυθαγόρᾳ πειθόμενος πρῶτος κρέας τεταγμιένον ἐσθίων ἐφʼ ἑκάστην τὴν ἡμέραν ἰσχύν τῷ σώματι περιεποιήσατο. καίτοι γε προϊὼν τῇ σοφίᾳ ὁ Πυθαγόρας ἀθλεῖν μὲν παρῄνει, νικᾶν δὲ μή, ὡς δέον τοὺς μὲν πόνους ὑπομένειν, τοὺς δʼ ἐκ τοῦ νικᾶν φθόνους φεύγειν· συμβαίνειν γὰρ καὶ ἄλλως μηδʼ εὐαγεῖς εἶναι τοὺς νικῶντας καὶ φυλλοβολουμένους.