Ancient Greek
2.103.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.103.1-2
Unproofread scanNot analysed yet
φύσιν, δι’ ἧν ὑφ’ ἑαυτοῦ πρὸς τὴν τοιαύτην ἐγείρεται κίνησιν· ἔχει γὰρ τι καὶ αὐτὸς καὶ κατὰ τὴν ζωήν <τὴν> αὐτοκίνητον καὶ κατὰ τὸ σχῆμα σφαιροειδὲς ὅν πρὸς τὴν κύκλῳ κίνησιν οἰκεῖον. τάχα δὲ καὶ εἰ θάτερον μόνον, συνεισῆγετο τὸ λοιπόν· εἴτε γὰρ οἰκεῖαν εἴπε τῷ παντὶ τὴν κίνησιν, πόθεν ἢ ἀπὸ τοῦ πατρὸς εἶχεν αὐτήν, παρ’ οὗ καὶ τὴν οὐσίαν; εἴτε δεδοσθαι παρὰ τοῦ δημιουργοῦ, πάντως οἰκεῖαν ἐδίδου τῷ λαμβάνοντι νοῦς ὧν ἐκεῖνος καὶ πᾶσι τὸ κατ’ ἀξίαν ἀφορίζων. ἀλλ’ ὁ γε φιλόσοφος ἀμφότερα συνέπλεξεν, ἵνα τὴν τοῦ κόσμου πρὸς τὸν δημιουργὸν ὁμοίωσιν ἴδῃς. ὡς γὰρ ἐκεῖνος αὐτὸς ἑαυτὸν νοεῖ καὶ περὶ ἑαυτὸν ἐστραπται καὶ τὰ νοητὰ θεάται περὶ αὐτὰ ἐνεργῶν, ὅ δὴ γίνεται κέντρα τῆς δημιουργικῆς νοήσεως, οὕτω δὴ καὶ ὁ κόσμος περὶ ἑαυτὸν φέρεται καὶ πρὸς ἑαυτὸν νεύει καὶ χορεύει περὶ τὸ μέσον, ὅ δὴ γίνεται κέντρον τῆς κοσμικῆς κινήσεως. καὶ ὥσπερ ὁ δημιουργὸς καταπίνειν λέγεται τὸ νοητὸν καὶ εἰς ἑαυτὸν χωρεῖν, οὕτω δὴ καὶ ὁ κόσμος τὸ ἑαυτοῦ κέντρον ἐν ἑαυτῷ περιέχει· αἱ γὰρ παρὰ τοῖς θεολόγοις καταπόσεις περιοχαί τινές εἰσιν, αἱ μὲν προγονικαὶ τὰ νοητὰ περιλαμβάνουσι νοερῶς, αἱ δὲ τῶν παίδων τὰ νοερὰ νοητῶς· προϊόντα γὰρ αὐτὰ πάλιν εἰς ἑαυτοὺς ἐπιστρέφουσιν οἱ γεννήσαντες καὶ ἐν τῇ ἑαυτῶν παντότητι συνέχουσι. ταύτας δὴ οὖν ἀμφότερας μεμίμηται τὸ πᾶν, καθόσον μὲν περὶ τὸ κέντρον ἀνακυκλεῖται καὶ ἐν ἑαυτῷ περιέχει τὸ κέντρον, τὴν προγονικὴν κατάποσιν μιμούμενον, καθόσον δὲ τὰ ἑαυτοῦ γεννήματα ἐν ἑαυτῷ περιέχει, τὴν ἑαυτοῦ φθίσιν ἑαυτῷ παρέχον τροφήν καὶ τὰ ἀφ’ ἑαυτοῦ μεριζόμενα πάλιν ἐν ἑαυτῷ χωροῦν, τὰς τῶν παίδων ἐν τοῖς πατράσι περιοχάς. ταῦτα μὲν εἴρηται τῆς ἀναλογίας ἕνεκα τῆς πρὸς τοὺς δύο πατέρας τοῦ παντός. ὅρα δέ, ὅπως πάλιν ἐνταῦθα προείληπται τὸ Ἀριστοτελικὸν ἀξίωμα τὸ τοῦ ἀπλοῦ σώματος ἀπλῆν εἶναι τὴν κίνησιν. πρῶτον οὖν τὸ ἐν τῷ κόσμῳ σῶμα τῶν ἄλλων ἀπλούστερον ὅν κινεῖται τὴν κύκλῳ κίνησιν