Ancient Greek
2.120.1 to 2.120.30
Proclus Phil., In Platonis Timaeum Commentaria 2.120.1-30
Unproofread scanNot analysed yet
τῶν αἰσθητῶν συμπεπληρωμένην, ἕρῆμος δὲ κατὰ τὴν αὐτ- άρκειαν· οἱ γὰρ ἕρῆμοι πρὸς ἑαυτοὺς ἐπεστραμμένοι τὰς ἐλπίδας τῆς σωτηρίας ἐν ἑαυτοῖς ἔχουσι. καὶ ὅτι τοῦτο δηλοῖ τὸ ἕρῆμον, ἐκ τῶν ἐχομένων ἔσται καταφανές. Δι’ ἀρετὴν δὲ αὐτὸν αὐτῷ ξυγγίνεσθαι δυνά- μενον καὶ οὐδενὸς ἑτέρου προσδεόμενον, γνώριμον δὲ καὶ φίλον ἰκανῶς αὐτὸν αὐτῷ· διὰ πάντα δὴ ταῦτα εὐδαίμονα θεὸν αὐτὸν ἐγεννήσατο [34 B]. C Ἐν γὰρ τούτοις ἤδη σαφῶς ἐδήλωσε, τίνα τὴν ἕρημίαν ἡγεῖται, καὶ ὅτι τὸν εἰς ἑαυτὸν ὁρῶντα καὶ τὴν ἑαυτοῦ παρασκευὴν καὶ πρὸς τὸ οἰκεῖον μέτρον τοῦτον ἕρῆμον ἀπεκάλεσεν· οἱ γὰρ ἐν ταῖς ἑρημίαις ὄντες ἑαυτῶν εἰσι σω- τῆρες, ὅσον ἐπὶ τοῖς ἀνθρωπικοῖς αἰτίοις. καὶ οὖν καὶ τὸ πᾶν οὕτως ἕρῆμον, ὡς ἑαυτῷ ἄρχον καὶ ἑαυτοῦ σωστικόν, οὐ δι’ ἐλάττωσιν δυνάμεως, ἀλλὰ περιουσίαν (καὶ γὰρ ἐν- δείκνυται τὸ αὐτάρκες) ***ἀλλὰ δι’ ἀρετὴν, ὡς φησι· μόνος γὰρ καὶ ἐπὶ τῶν μερικῶν ζῴων ὁ τὴν ἀρετὴν ἔχων ἑαυτῷ συγγίνεσθαι δύναται καὶ στέργειν ἑαυτόν, ὁ δὲ κακὸς πᾶς ὁρῶν εἰς τὸ ἐν ἑαυτῷ αἰσχὸς ἀνίλλεται μὲν πρὸς ἑαυτὸν καὶ τὴν ἑαυτοῦ συνουσίαν, ἐπτόηται δὲ πρὸς τὰ ἔκτος καὶ διώκει τὰς πρὸς ἄλλους ὁμιλίας, εἰς ἑαυτὸν ὁρᾶν οὐ δυνά- μενος, ὁ δὲ σπουδαῖος ὁρῶν ἑαυτὸν καλὸν χαίρει καὶ εὐ- φραίνεται καὶ τίκτων ἐν ἑαυτῷ νοήματα καλὰ τὴν ἑαυτοῦ συνουσίαν ἀσπάζεται· κατὰ φύσιν γὰρ οἰκειούμεθα μὲν πρὸς τὸ καλόν, ἀποδιδράσκωμεν δὲ τὸ αἰσχρόν. εἰ τοίνυν καὶ ὁ κόσμος ἀρετὴν ἔχει τὴν ἑαυτῷ πρέπουσαν, ἐν τε τῇ νοερᾷ D οὐσίᾳ καὶ ἐν τῇ ψυχικῇ καὶ τῇ τοῦ ζῴου τελειότητι, πρὸς ἑαυτὸν ὁρῶν ἑαυτὸν ἀγαπᾷ καὶ ἑαυτῷ σύνεστι καὶ αὐτάρκης ἔστιν. ἄξιον οὖν ταῦτα λέγειν πρὸς τοὺς ἔξω τοῦ νοῦ τὰ νοητὰ τιθεμένους· τὸ γὰρ εἰς ἄλλα φερόμενον καὶ τῶν ἔξω δεόμενον ὡς ἔλλιπές πῶς μακάριον; εἰ οὖν τῷ κόσμῳ δι’