Ancient Greek
2.270.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.270.1-2
Unproofread scanNot analysed yet
τὰ ἐναντία, τὸ πεπλαγιασμένον, τὸ ἄλογον, τὸ περιεχόμενον, τὸ διαιρετικὸν τῶν γωνιῶν· κατὰ πάντα γὰρ ταῦτα πλευρὰ διαμέτρου διενήνοχε. ταῦτα δὲ ὑπάρχει καὶ τοῖς τῆς ψυχῆς κύκλοις· ὁ μὲν γὰρ ἐστὶν ἀπλότητι καὶ ὅρᾳ καὶ πέρατι συγγενής, ὁ δὲ ποικιλίᾳ καὶ πλήθει καὶ τῇ ἀπειροδυνάμῳ φύσει, καὶ ὁ μὲν συνεχτικὸς ἐστίν, ὁ δὲ διαιρετικός, καὶ ὁ μὲν τὴν τοῦ περιέχειν ἔλαχεν ἀξίαν, ὁ δὲ τὴν τοῦ περιέχεσθαι. εἰκῶς ἄρα ὁ μὲν λέγεται περιάγεσθαι κατὰ πλευρὰν ὡς ἄπαρέγκλιτος, ὡς ἡνωμένος, ὡς μονοειδής, ὁ δὲ κατὰ διάμετρον ὡς προόδῳ χαιρῶν καὶ πολλαπλασιασμοῖς καὶ ὡς ἑτεροποιός· καὶ γὰρ ἡ διάμετρος μείζων δύναται τῆς πλευρᾶς καὶ διαιρεῖ τὰς γωνίας καὶ ἐξ ἑνὸς πλείω ποιεῖ τὰ χωρία καὶ πλαγία κεῖται· διὸ καὶ ἐν τοῖς ἐπομένοις ἔρει [39A] τὴν θάτερον φορὰν εἶναι πλαγίαν. ταῦτα δὲ πάντα τῆς τοῦ ἀπείρου φύσεως γνωρίσματα ἐστι.