Ancient Greek
2.301.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.301.1-2
Unproofread scanNot analysed yet
τοῦ ἀρίστου ἀρίστη γεγενημένη τῶν γεννηθέντων Ἐπειδὴ πάντα ὅσα τῷ σώματι πρότερον, ταῦτα καὶ τῇ ψυχῇ δέδωκεν ὕστερον, τὴν οὐσίαν, τὴν ἁρμονίαν, τὸ σχῆμα, τὰς δυνάμεις, τὴν κίνησιν, καὶ συνῆψεν ἀμφότερα πρὸς ἑνὸς ζῷου συμπλήρωσιν, ἵνα μὴ σαυτὸν λάθῃς ὑπονοήσας τὴν ὁμοίαν ἀξίαν εἶναι τοῦ τε σώματος καὶ τῆς ψυχῆς ταῖς ὁμωνυμίαις ἠπατημένος, τῆς διαφορᾶς αὐτῶν ὑπομυνησκεῖ συντόμως ὁ Πλάτων καὶ οὐ παρέργως ἐμβέβληκε τὸν λόγον τοῦτον, ὅτι τὸ μὲν σῶμα ὁρατὸν ἐστιν, ἡ δὲ ψυχὴ ἀόρατος, καὶ τὸ μὲν σῶμα δείκνυσιν ὅν δοξαστόν, εἴπερ αἰσθητὸν ἐστι καὶ γενητόν, τὴν δὲ ψυχὴν ἀγέννητον μὲν ὡς πρὸς τὸ σῶμα, γενητὸν δὲ ὡς πρὸς τὸν νοῦν· ἐστὶ γὰρ καὶ τῶν ἀεὶ ὄντων ἅμα καὶ τῶν γενομένων, ἔσχατη δὲ τῶν ἀεὶ ὄντων· ἤδη γὰρ ἐν αὐτῇ χώραν ἔσχεν ὁ χρόνος. καὶ τὸ μὲν πρῶτως ἀεὶ ὂν ἀμφοτέρως ἐστὶν αἰώνιον, κατὰ τε τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν (οὐδὲ γὰρ ἄλλην ἔχει τὴν ἐνέργειαν παρὰ τὴν οὐσίαν), τὸ δὲ γενητὸν ἀμφοτέρως ἐστὶ γενητόν, ἀεὶ τε γιγνόμενον καὶ ἀεὶ ἐνεργοῦν ὡς ἐν γενέσει ὂν κατὰ χρόνον. ἡ ψυχὴ δὲ ἐστὶ μὲν πῆ αἰῶνος μετέχουσα, πῆ δὲ καὶ γενέσεως, ἐνεργεῖ δὲ χρονικῶς. καὶ τὰ μὲν ἄκρα μοναχῶς ἀεὶ, τὸ μὲν αἰωνίως, τὸ δὲ κατὰ χρόνον, τὸ δὲ μέσον διχῶς, ἅτε ἀμφιπρόσωπον ὂν καὶ ταύτῃ καὶ ἀμφίστομον, οὐ μόνον κατὰ τὸ μεριστὸν καὶ ἀμέριστον καὶ κατὰ τοὺς δύο κύκλους, ἀλλὰ καὶ κατὰ τὸ ἀεὶ ὂν καὶ γενητόν. διὸ καὶ τῶν ἀεὶ ὄντων καὶ ἀρίστη τῶν γεννηθέντων ὑπὸ τοῦ ἀρίστου γενομένη. καὶ ὁρᾷς πάλιν τὸ πρὸς τὸ σῶμα διάφορον αὐτῆς· τὸ μὲν γὰρ κάλλιστον τῶν γεγονότων ἐπεκάλεσε πρότερον, τὴν δὲ ἀρίστην τῶν γενομένων νῦν· κοινὸν δὲ ἀμφοτέρων τὸ ὑπὸ τοῦ ἀρίστου γεγενηέναι. ἀλλ’ ἡ μὲν ὡς ἔγγιον τοῦ ποιήσαντος ἀρίστη καὶ αὐτὴ ἐστι, τὸ δὲ ὡς πορρωτέρω κάλλιστον μὲν, οὐκ ἄριστον δέ· δεύτερον γὰρ τοῦ