Ancient Greek
2.55.1 to 2.55.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.55.1-2-2
Unproofread scanNot analysed yet
ἐν ἐκείνῳ τὰ αἴτια προεἴληπται κατὰ μίαν περιοχὴν, ἡ τε νοερὰ καὶ θεία καὶ ἄχραντος καὶ ἄκμαια τοῦ πυρὸς δύναμις καὶ ἡ συνεκτικὴ καὶ ζωοποιὸς τοῦ ἀέρος αἰτία καὶ ἡ γόνιμος καὶ ἀναθάλλουσα ποιούσα τοῦ ὕδατος ὑπαρξις καὶ ἡ μόνιμος καὶ ἐδραία καὶ ἀμετάστατος καὶ ἀκλινὴς ἰδέα τῆς γῆς. ταῦτα οὖν καὶ ὁ θεολόγος εἰδὼς περὶ τοῦ δημιουργοῦ φησίν· σῶμα δὲ οἱ πυριφεγγὲς ἀπείριτον ἀστυφέλικτον· ὡμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο ἀὴρ εὐρυβίης· μέσση δὲ ζώνη βαθυηχέος οἴδμα θαλάσσης·