Ancient Greek
3.76.3 to 3.77.10
Proclus Phil., In Platonis Timaeum Commentaria 3.76.3-3.77.10
Unproofread scanNot analysed yet
Σελήνην μὲν εἰς τὸν περὶ γῆν πρῶτον, ἥλιον δὲ εἰς τὸν δεύτερον ὑπὲρ γῆς, ἑωσφόρον δὲ καὶ τὸν ἱερὸν Ἑρμοῦ λεγόμενον εἰς τὸν τάχει μὲν ἰσόδρομον ἡλίῳ κύκλον ἰόντα, τὴν δὲ ἐναντίαν εἰληχότα αὐτῷ δύναμιν, ὅθεν καταλαμβάνουσί τε καὶ καταλαμβάνονται κατὰ ταῦτα ὑπ’ ἀλλήλων ἥλιός τε καὶ ὁ τοῦ Ἑρμοῦ καὶ ὁ ἑωσφόρος [38D]. Ἡ μὲν κατὰ Πλάτωνα σφαιροποιΐα ποίαν ἀποδιδῶσι τοῖς πλανωμένοις τάξιν, οὐ μόνον ἐκ τούτων δῆλον ἐστιν, ἀλλὰ ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 38D] καὶ ἐξῆς· αἰθρης μέρος ἡελίου τε καὶ μῆνης ὀχετῶν ἡδ᾽ ἡέρος. καὶ ἄλλαχοῦ· καὶ πλατὺς ἀήρ μηναιός τε δρόμος καὶ ἀείπολος ἡελίοιο.