Ancient Greek
149
Proclus Phil., Institutio Theologica 149
Unproofread scanNot analysed yet
Πᾶν τὸ πλήθος τῶν θείων ἐνάδων πεπε- σμένον ἐστὶ κατὰ ἀριθμόν. Εἰ γὰρ ἐγγυτάτω ἑνός ἐστιν, οὐχ ἄπειρον ὑπάρχει. Οὐ γὰρ συμφέρεται τῷ ἑνὶ τὸ ἄπειρον, ἀλλ' ἀλλότριον. Εἰ γὰρ καὶ τὸ πλήθος κατ' αὐτὸ ἀφίσταται τοῦ ἑνός, τὸ ἄπειρον πᾶν θὸς ὁχλον ὡς παντελῶς ξρημον ἐκείνου. Διὸ καὶ ἄ μων καὶ ἀδρανές. Οὐχ ἄρα ἄπειρον τὸ τῶν θεῶν πλήθος. Ἐνοειδὲς ἄρα καὶ πεπερασμένον, καὶ παντὸς ἄλλου πλήθους μᾶλλον πεπερασμένον· παντὸς γὰρ ἄλλου πλήθους μᾶλλον τῷ ἐνὶ συγγενές. Εἰ μὲν οὖν ἡ ἀρχὴ πλήθος, ἔδει τὸ ἐγγύτερω τῆς ἀρχῆς τοῦ πορρώτερον μᾶλλον εἶναι πλήθος. Ὁμοιότερον γὰρ τὸ ἐγγύτερον. Ἐπεὶ δὲ ἕν ἐστι τὸ πρῶτον, τὸ ἐκείνῳ συναφὲς πλήθος ἧττον πλήθος τοῦ πορρώτερον· τὸ δὲ ἄπειρον οὐχ ἧττον πλήθος, ἀλλὰ μάλιστα πλήθος.