Ancient Greek
35
Proclus Phil., Institutio Theologica 35
Unproofread scanNot analysed yet
Πᾶν τὸ αἰτιατὸν καὶ μένει ἐν τῇ αὐτοῦ αἰτίᾳ ,καὶ πρόεισιν ἀπ ’αὐτῆς ,καὶ ἐπιστρέφει πρὸς αὐτήν · εἰ γὰρ μένει μόνον ,οὐδὲν διοίσει τῆς αἰτίας ἀδιάκριτον ὄν · ὅμα γὰρ διακρίσει πρόοδος · εἰ δὲ προϊοι μόνον ,ἀσύναπτον ἔσται πρὸς αὐτὴν καὶ ἀσυμπαθές ,μηδαμῶς τῇ αἰτίᾳ κοινωνοῦν . Εἰ δὲ ἐπιστρέφοιτο μόνον ,πῶς τὸ μὴ τὴν οὐσίαν ἀπ ’αὐτῆς ἔχον κατ ’οὐσίαν ποιεῖται τὴν πρὸς τὸ ἀλλότριον ἐπιστροφήν ; εἰ δὲ μένοι μὲν καὶ προϊοι ,μὴ ἐπιστρέφοιτο δέ ,πῶς ἡ κατὰ φύσιν ὀρεξις ἑκάστῳ πρὸς τὸ εὖ καὶ τὸ ἀγαθόν ,καὶ ἡ ἐπὶ τὸ γεννήσαν ἀνάστασις ; εἰ δὲ προϊοι μὲν καὶ ἐπιστρέφοιτο ,μὴ μένοι δέ ,πῶς ἀποστὰν μὲν τῆς αἰτίας συνάπτεσθαι σπεύδει πρὸς αὐτήν ; Ἄσύναπτον δὴ ἦν πρὸ τῆς ἀποστάσεως · εἰ γὰρ συνῆπτον ,κατ ’ἐκεῖνο πάντως ἕμενεν · εἰ δὲ μένου καὶ ἐπιστρέφοιτο, μὴ προέρχοιτο δέ, πῶς τὸ [μὴ] δια- κριθὲν ἐπιστρέφειν δυνατόν; τὸ γὰρ ἐπιστρέφον πᾶν ἀνα- λύοντι ἔοικεν εἰς ἕκεινο, ἀφ’ οὐ διήρτηται κατ’ οὐσίαν. Ἀνάγκη δὲ ἢ μένειν μόνον, ἢ ἐπιστρέφειν μόνον, ἢ προϊέναι μόνον, ἢ συνδεῖν τὰ ἄκρα μετ’ ἀλλήλων, ἢ τὸ μεταξὺ μεθ’ ἑκατέρων τῶν ἄκρων, ἢ τὰ σύμπαντα. Λείπεται ἄρα καὶ μένειν πᾶν ἐν τῷ αἰτίῳ, καὶ προϊέ- ναι ἀπ’ αὐτοῦ, καὶ ἐπιστρέφειν πρὸς αὐτό.