Ancient Greek
36
Proclus Phil., Institutio Theologica 36
Unproofread scanNot analysed yet
Πάντων τῶν κατὰ πρόοδον πληθυνομένων τὰ πρῶτα τελειότερα τῶν δευτέρων ἐστί, καὶ τὰ δεύτερα τῶν μετ’ αὐτά, καὶ ἑφεξῆς ὡσαύτως. Εἰ γὰρ αἱ πρό- οδοι διακρίνουσιν ἀπὸ τῶν αἰτίων τὰ παραγόμενα, καὶ ὑφέσεις εἰσὶ πρὸς τὰ πρῶτα τῶν δευτέρων, τὰ μὲν πρῶτα προελθόντα συνήπται μᾶλλον τοῖς αἰτίοις, ἀπ’ αὐτῶν ἐκείνων ἐκβλαστάνοντα. Τὰ δὲ δεύτερα πορρώτερω τῶν αἰτίων εἰσι, καὶ ἑξῆς ὁμοίως· τὰ δὲ ἑγγύτερω καὶ τὰ συγγενέστερα τοῖς αἰ- τίοις, τελειότερα· καὶ γὰρ τὰ αἴτια τῶν αἰτιατῶν· τὰ δὲ πορρώτερον, ἀτελέστερα, ἀνομοιούμενα τοῖς αἰτίοις.