Ancient Greek
37
Proclus Phil., Institutio Theologica 37
Unproofread scanNot analysed yet
Πάντων τῶν κατ’ ἐπιστροφὴν ὑφισταμένων τὰ πρῶτα ἀτελέστερα τῶν δευτέρων, καὶ τὰ δεύτερα τῶν ἑξῆς· τὰ δὲ ἔσχατα τελεώτατα. Εἰ γὰρ ἐπι- στροφαὶ γίνονται κατὰ κύκλον, καὶ ἀφ’ οὗ ἡ πρόοδος, εἰς τοῦτο ἡ ἐπιστροφή, ἀπὸ δὲ τοῦ τελειοτάτου ἡ πρόοδος, ἡ ἐπιστροφὴ ἄρα εἰς τὸ τελειότατον. Καὶ εἰ, ἐφ’ ὃ ἡ πρόοδος ἔσχατον, ἀπὸ τούτου πρώτη ἡ ἐπι- στροφή, ἡ δὲ πρόοδος εἰς ἔσχατον τὸ ἀτελέστατον, καὶ ἡ ἐπιστροφὴ ἀπὸ τοῦ ἀτελεστάτου. Πρῶτα μὲν ἄρα ἐν τοῖς κατ’ ἐπιστροφὴν τὰ ἀτελέστατα, ἔσχατα δὲ τὰ τελεώτατα.