Ancient Greek
38
Proclus Phil., Institutio Theologica 38
Unproofread scanNot analysed yet
Πᾶν τὸ προϊὸν ἀπὸ τινων πλειόνων αἰτίων, δι’ ὧν προέσει, διὰ τοσοῦτων καὶ ἐπιστρέφεται. Καὶ πᾶσα ἐπιστροφὴ διὰ τῶν αὐτῶν, δι’ ὧν καὶ ἡ πρόοδος· ἐπεὶ γὰρ δι’ ὁμοιότητος ἑκάτερα γίνεται, τὸ μὲν ἀμέ- σως ἀπὸ τινος προελθὸν καὶ ἐπέστραπται ἀμέσως πρὸς αὐτό· ἡ γὰρ ὁμοιότης ἄμεσος ἦν. Τὸ δὲ μεσότητος ἐν τῷ προϊέναι δεόμενον μεσότητος δεῖται καὶ κατὰ τὴν ἐπιστροφὴν. Δεῖ γὰρ πρὸς τὸ αὐτὸ ἑκάτερα γίνεσθαι· ὥστε πρὸς τὸ μέσον ἐπιστρα- φῆναι πρῶτον, ἔπειτα πρὸς τὸ τοῦ μέσου χρεῖτον. Δι’ ὧν ἄρα τὸ εἶναι, διὰ τοσοῦτων καὶ τὸ εὖ εἶναι γίνεται, καὶ ἐμπαλιν.