Ancient Greek
39
Proclus Phil., Institutio Theologica 39
Unproofread scanNot analysed yet
Πᾶν τὸ ὅν ἢ οὐσιωδῶς ἐπιστρέφει μόνον, ἢ καὶ ζωτικῶς ἢ καὶ γνωστικῶς· ἢ γὰρ τὸ εἶναι μόνον ἀπὸ τῆς αἰτίας κέκτηται, ἢ τὸ ζῆν μετ’ αὐτοῦ τοῦ εἶναι, ἢ καὶ γνωστικὴν ἐκεῖθεν ὑπεδέξατο δύναμιν. Ἡ μὲν οὖν ἐστι μόνον, οὐσιώδη ποιεῖται τὴν ἐπιστροφὴν, ἢ δὲ καὶ ζῇ, καὶ ζωτικήν· ἢ δὲ καὶ γινώσκει, καὶ γνω- στικήν. Ὡς γὰρ προῆλθεν, οὕτως ἐπέστραπται, καὶ τὰ μέ- τρα τῆς ἐπιστροφῆς ὡρισται τοῖς κατὰ τὴν πρόοδον μέτροις. Καὶ ἡ ὀρεξις σὺν τοῖς μέν ἐστι κατ’ αὐτὸ εἶναι μόνον, ἐπιτηδειότης οὖσα πρὸς τὴν μέθεξιν τῶν αἰτίων· τοῖς δὲ κατὰ τὴν ζωήν, κίνησις οὖσα πρὸς τὸ χρεῖττον· τοῖς δὲ κατὰ τὴν γνῶσιν, συναίσθησις οὖσα τῆς τῶν αἰτίων ἀγαθότητος.