Ancient Greek
40
Proclus Phil., Institutio Theologica 40
Unproofread scanNot analysed yet
Πάντων τῶν ἀφ’ ἑτέρας αἰτίας προϊόντων ἥγεται τὰ παρ’ ἑαυτῶν ὑφισταμένα, καὶ τὴν οὐσίαν αὐθυπόστατον κεκτημένα· εἰ γὰρ πᾶν τὸ αὐτάρκες ἢ κατ’ οὐσίαν, ἢ κατ’ ἐνέργειαν χρεῖττον τοῦ εἰς ἄλλην αἰτίαν ἀνηρτημένου· τὸ δὲ ἑαυτὸ παράγον ἑαυτῷ τοῦ εἰς παρεκτικὸν ὑπάρχον, αὐτάρκες πρὸς οὐσίαν· τὸ ἀπ’ ἄλλου μόνον παραγόμενον οὐχ αὐτάρκες· τῷ ἀγαθῷ συγγενέστερον τὸ αὐτάρκες· τὰ δὲ συγγενέστερα καὶ ὁμοιότερα ταῖς αἰτίαις πρὸ τῶν ἀνομοίου ὑφέστηκεν ἐκ τῆς αἰτίας· τὰ ἄρα παρ’ αὐτῶν παραγόμενα καὶ αὐθυπόστατα πρεσβύτερά ἐστι τῶν ἀπ’ ἑτέρου, μόνον εἰς τὸ εἶναι προελθόντων. Ἡ γὰρ οὐδὲν ἔσται αὐθυπόστατον, ἢ τὸ ἀγαθὸν τοιοῦτον, ἢ τὰ πρῶτα ἐκ τἀγαθοῦ ὑποστάντα. Ἀλλ’ εἰ μὴ μηδὲν αὐθυπόστατον, ἐν οὐδενὶ τὸ αὐτάρκες ἔσται κατ’ ἀλήθειαν. Οὔτε γὰρ ἐν τἀγαθῷ χρείσσον αὐτάρχει [ἔσται] ἐν ᾧ ἐκεῖνο· καὶ αὐτὸ ἀγαθόν, ἀλλ’ οὐχὶ ἐκ τἀγαθόν, οὔτε ἐν τοῖς μετὰ τἀγαθόν· πάντα γὰρ ἕνεκα ἄλλου ἔσται, τοῦ πρὸ αὐτοῦ μόνον. Εἰ δὲ τἀγαθὸν αὐθυπόστατον, αὐτὸ ἑαυτὸ παράγον, οὐχ ἐν ἑτέρῳ ἔσται. Τὸ γὰρ ἀπὸ τοῦ ἑνὸς προϊὸν οὐχ ἐν ἑαυτῷ γὰρ πᾶν ἐστιν, εἴπερ αὐθυπόστατον· ὥστε ἐν ἅμα, καὶ οὐχ ἐν τὸ ἓν. Ἀνάγκη ἄρα τὸ αὐθυπόστατον εἶναι μετὰ τὸ πρῶτον, καὶ δῆλον, ὡς πρὸ τῶν ἀφ’ ἑτέρας αἰτίας μόνον προελθόντων. Κυριώτερον γὰρ ἐκείνων καὶ τἀγαθῷ συγγενέστερον, ὡς δέδεικται.