Ancient Greek
41
Proclus Phil., Institutio Theologica 41
Unproofread scanNot analysed yet
Πᾶν μὲν τὸ ἐν ἄλλῳ ὃν ὑπ’ ἄλλου μόνον παράγεται· πᾶν δὲ τὸ ἐν αὐτῷ ὃν αὐθυπόστατόν ἐστιν. Τὸ μὲν γὰρ ἐν ἄλλῳ ὃν καὶ ὑποκειμένου δεόμενον, ἐὰν τοῦ γεννητικοῦ οὐχ ἂν ποτε εἴη· τὸ γὰρ γεννᾶν ἑαυτὸ πεφυκὸς ἕδρας ἄλλης οὐ δεῖται, συνεχόμενον ὑφ’ ἑαυτοῦ καὶ σωζόμενον ἐν ἑαυτῷ, τοῦ ὑποκειμένου χωρὶς. Τὸ δὲ ἐν αὐτῷ μένειν καὶ ἱδρῦσθαι δυνάμενον ἑαυτὸ παρακτικόν ἐστιν, αὐτὸ εἰς ἑαυτὸ προϊὸν, καὶ ἑαυτὸ συνεχτικὸν ὑπάρχον καὶ οὕτως ἐν ἑαυτῷ ὃν, ὡς ἐν αἰτίᾳ τὸ αἰτιατόν· οὐ γὰρ ὡς ἐν τόπῳ, οὔδ’ ὡς ἐν ὑποκειμένῳ· καὶ γὰρ ὁ τόπος τοῦ ἐν τόπῳ ἕτερος, καὶ τὸ ὑποκειμένου τὸ ἐν ὑποκειμένῳ ὃν· τοῦτο δὲ ἐν αὐτῷ ταυτόν· αὐθυπόστατον ἄρα, καὶ ὡς ἐν αἰτίᾳ τὸ ἀπ’ αὑτῆς, οὕτως ἐν ἑαυτῷ ἐστιν.