Ancient Greek
42
Proclus Phil., Institutio Theologica 42
Unproofread scanNot analysed yet
Πᾶν τὸ αὐθυπόστατον πρὸς ἑαυτὸ ἐστιν ἐπιστρεπτικόν. Εἰ γὰρ ἀφ’ ἑαυτοῦ πρόσεισι, καὶ τὴν ἐπιστροφὴν ποιήσεται πρὸς ἑαυτό. Ἀφ’ οὐ γὰρ πρόοδος ἑκάστοις, εἰς τοῦτο καὶ ἡ τῇ προόδῳ σύστοιχος ἐπιστροφή. Εἰ γὰρ πρόεισιν ἀφ’ ἑαυτοῦ μόνον, μὴ ἐπιστρέφοιτο δὲ προϊὸν εἰς αὐτό, οὐχ ἂν ποτε τοῦ ἐκείνου ἀγαθοῦ ὁρέγοιτο· καὶ δὲ δυναται ἑαυτῷ παρέχε δύναται δὲ πᾶν τὸ αἴτιον τῷ ἀπ’ αὐτοῦ διδόναι μετὰ τῆς οὐσίας, ἣν δίδωσι, καὶ τὸ εὖ τῆς οὐσίας, ἥς διδῶσι, συζυγές· ὥστε καὶ αὐτὸ αὐτῷ· τοῦτο ἄρα τὸ οἰκεῖον τῷ αὐθυποστάτῳ ἀγαθῷ. Τοῦτου δὲ οὐχ ὀρέγεται τὸ [μὴ] ἐπιστρέφον πρὸς ἑαυτό. Μὴ ὀρεγόμενον δέ, οὐδ’ ἂν τύχοι, καὶ μὴ τυγχάνον, ἀτελὲς ἂν εἴη καὶ οὐχ αὐτάρκες· ἀλλ’ εἴπερ τῷ ἄλλῳ προσήκει, καὶ τῷ αὐθυποστάτῳ αὐτάρκεια καὶ τελείω εἶναι. Καὶ τείζεται ἄρα τοῦ οἰκείου καὶ ὀρέξεται, καὶ πρὸς ἑαυτὸ στραφήσεται.