Ancient Greek
43
Proclus Phil., Institutio Theologica 43
Unproofread scanNot analysed yet
Πᾶν τὸ πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν αὐθυπόστατόν ἐστιν· εἰ γὰρ ἐπέστραπται πρὸς ἑαυτὸ κατὰ φύσιν, καὶ ἔστι τέλειον ἐν τῇ πρὸς ἑαυτὸ στροφῇ, καὶ τὴν οὐσίαν [ἀν] παρ’ ἑαυτοῦ ἔχει. Πρὸς δὲ γὰρ ἡ κατὰ φύσιν ἐπιστροφή, ἀπὸ τούτου καὶ ἡ πρόοδος ἡ κατ’ οὐσίαν ἑκάστοις. Εἰ οὖν ἑαυτῷ τὸ εὖ εἶναι παρέχοι, καὶ τὸ εἶναι δήπου ἑαυτῷ παρέξει, καὶ ἔσται τῆς ἑαυτοῦ κύριον ὑποστάσεως. Αὐθυπόστατον ἄρα ἐστὶ τὸ πρὸς ἑαυτὸ δυνάμενον ἐπιστρέφειν.