Ancient Greek
44
Proclus Phil., Institutio Theologica 44
Unproofread scanNot analysed yet
Πᾶν τὸ κατ’ ἐνέργειαν πρὸς ἑαυτὸ ἐπιστρεπτικόν, καὶ κατ’ οὐσίαν ἐπέστραπται πρὸς ἑαυτό. Εἰ γὰρ τῇ μὲν ἐνεργείᾳ δύνατο ἐπιστρέφεσθαι πρὸς ἑαυτό, τῇ δὲ οὐσίᾳ ἀνεπίστροφον ὑπάρχοι, χρείττον ἂν εἴη κατὰ τὴν ἐνέργειαν μᾶλλον, ἢ κατὰ τὴν οὐσίαν, τῆς μὲν ἐπιστρεπτικῆς οὐσης, τῆς δὲ ἀνεπιστρόφου. Τὸ γὰρ ἑαυτοῦ ὅν, χρείττον ἢ τὸ ἄλλου μόνον· καὶ τὸ ἑαυτοῦ σωστικὸν τελειώτερον, ἢ τὸ ὑπ’ ἄλλου μόνον σωζόμενον. Εἰ ἄρα τι κατ’ ἐνέργειάν ἐστι τὴν ἀπὸ τῆς οὐσίας πρὸς ἑαυτὸ ἐπιστρεπτικόν, καὶ τὴν οὐσίαν ἐπιστρεπτικὴν ἔλαχεν, ὡς μὴ ἐνεργεῖν πρὸς ἑαυτὸ μόνον, ἀλλὰ καὶ ἑαυτοῦ εἶναι, καὶ ὑφ’ ἑαυτοῦ συνέχεσθαι καὶ τελειοῦσθαι.