Ancient Greek
45
Proclus Phil., Institutio Theologica 45
Unproofread scanNot analysed yet
Πᾶν τὸ αὐθυπόστατον ἀγέννητόν ἐστιν· εἰ γὰρ γεννητόν, διότι μέν γεννητόν, ἀτελὲς ἔσται καθ’ ἑαυτό, καὶ τῆς ὑπ’ ἄλλου τελειώσεως ἐνδεές. Διότι δὲ αὐτὸ ἑαυτὸ παράγει, τέλειον καὶ αὐτάρκες· πᾶν γὰρ γεννητὸν ὑπ’ ἄλλου τελειοῦται, τοῦ παρέχοντος αὐτῷ γένεσιν οὐχ ὄντι· καὶ γὰρ ἡ γένεσις ὁδός ἐστιν ἐκ τοῦ ἀτελοῦς εἰς τὸ ἐναντίον τέλειον. Εἰ δ’ ἑαυτὸ τι παράγει, τέλειον ἀεὶ ἐστιν, ἀεὶ τῇ ἑαυτοῦ αἰτίᾳ συνόν, μᾶλλον δὲ ἐνυπάρχον πρὸς τὸ τῆς οὐσίας τελειωτικόν.