Ancient Greek
46
Proclus Phil., Institutio Theologica 46
Unproofread scanNot analysed yet
Πᾶν τὸ αὐθυπόστατον ἀφθαρτόν ἐστιν· εἰ γὰρ φθαρήσεται, ἀπολείψει ἑαυτό, καὶ ἔσται ἑαυτοῦ χωρὶς. Ἀλλὰ τοῦτο ἀδύνατον· ἐν γὰρ ὅν ἅμα καὶ αἴτιόν ἐστι καὶ αιτιατόν. Πᾶν δὲ τὸ φθειρόμενον, ἀποστάν τῆς ἑαυτοῦ αἰτίας, φθείρεται. Ἐν ὅσῳ γὰρ ἂν ἐξέχεται τοῦ συνεχόντος αὐτὸ καὶ σώζοντος ἕκαστον, συνέχεται καὶ σῴζεται. Οὐδέποτε δὲ ἀπολείπει τὴν αἰτίαν τὸ αὐθυπόστατον, ἄτε ἑαυτὸ οὐχ ἀπολείπον· αἴτιον γὰρ αὐτὸ ἑαυτοῦ ἐστιν. Ἄφθαρτον ἄρα ἐστὶ τὸ αὐθυπόστατον πᾶν.