Ancient Greek
634.6
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 634.6
Unproofread scanNot analysed yet
κγ. Νεστορίῳ. Χρεμύλος πεπλούτηκεν ἐξαίφνης, ἢ κωμωδία φησὶ. καὶ σὺ νῦν πλουτεῖν ἔοικας, οὐδέποτε τοῦτο μαθὼν, Ἴρου δὲ πτωχότερος ἀεὶ γεγονώς. ἐκεῖθεν ἄρα σοι ποθεινοτέρα γέγονεν ἢ πατρίς, ἣν πρότερον ἀπεκάλεις τῆς οἰκουμένης τὸ βάραθρον, ὅλος δὲ τῆς ὕλης γέγονας, τῇ φιλοσοφίᾳ χαίρειν εἰπών. τὸ δὲ πρᾶον ἀκεῖνο καὶ ἡμέρον, ὃ σοι μάλισ ἐνεποίησα τὸ πρότερον, καὶ τὰς ἐπὶ σοὶ τοῦ προκόψειν ἐλπίδας φροῦδα πάντα πεποίηκας. νῦν ὡς εἴκας ὄρετος γέγονας καὶ οἷον ὁ τῆς χώρας βούλεται νόμος. τοιαῦτα παρὰ τῆς τύχης ἀπέλαυσας ὁ παρὰ τὴν πενίαν πάλαι φιλοσοφῶν. ὧν ἐμφιλοχωρεῖς τῇ πατρίδι καὶ σκοπεῖς οὐχ ὧν ἐσὺ σοφώτερος, ἀλλ’ ὧν ἂν ἴδιος κομίζων τὰ λῆμα. ἐγὼ δὲ σε ποθῶν τοὺς Ἔρωτας μέμφομαι, εἰ μὴ δύνανται ψυχὴν μίαν ἀντερᾶν ποιῆσαι τῶν οὕτω ποθουμένων.