Ancient Greek
635.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 635.1
Unproofread scanNot analysed yet
κδ'. Εὐσεβίῳ καὶ Ἠλίᾳ. Ἐγὼ καὶ παρόντας ὑμᾶς ἡδέως ὁρῶν καὶ ἀπόντων ἀεὶ μεμνημένος οὐκ ἠξίουν δεῖν σιγῆν τὸν καιρὸν παρελθεῖν· ἀεὶ μὲν γὰρ ὑμῖν ἐπιστέλλειν ἡδύ, τὸν δὲ κοινὸν παῖδα μὴ μετὰ γραμμάτων προτεῖπεν οὐτ' ἂν ὑμεῖς ἐπηγάσασθε, κἀγὼ ποιεῖν ἠσχυνόμην. ἔως μὲν οὖν μοι παρῆν, σπουδῆς αὐτῷ χάριν ἐδίδουν καὶ φύσει γεγενέσθαι πατὴρ, νυνὶ δὲ τὴν ἐξ ἡμῶν ἰόντι μόνον εὐχεσθαι δύναμαι διηγουμενὼν ἄλλων ἀκούειν, ὡς οἷον ἐβούλου τὸν νέον θεὸς ἐπένευσεν ἥδη καὶ γέγονεν. ἀλλὰ τίς γένοιτο τούτων τῶν λόγων πατὴρ ; εὐνους μὲν οὐκ ἂν μᾶλλον, κρείττων δὲ ἴσως.