Ancient Greek
635.3
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 635.3
Unproofread scanNot analysed yet
κϵ'. Φαίδρῳ. Ὀντως ἄρα τῆς ψυχῆς εἰκόνες ἦσαν οἱ λόγοι καὶ τοὺς ἀπόντας ἔδειξαν ὅπως ἔχουσι γνώμης, οὐχ ἧττον ἢ ζωγράφος ἄπερ ἂν ἐθελή μιμεῖσθαι. τοῖς γὰρ ὑμετέροις γράμμασιν ἐντυχόν, ὅν ἠγνόουν τῇ πείρᾳ, τοῦτον ἐκεῖνον ἔχειν ἐδόκουν, ὡς εἰ τις ἐξείλων τὸ πρόγραμμα τὴν ἐπιστολὴν ἐπεδίδου, ὁμῶν ἂν πατὸς εἶναι φιλοστοργὸν πρὸς παῖδα τὰ γράμματα. τοιούτους ἢ ἀρετὴ τοὺς ἑαυτῆς ἔοικε τροφίμους δεῖκνύναι. τὸ γὰρ σε μήτε ἰδὼν μήτε πεπειραμένον καὶ λόγῳ προκαταργεῖν καὶ κοινὰ πρὸς με ποιεῖσθαι τὰ παρόντα τῶν ἀγαθῶν, τίνος εὐφημίας οὐκ ἂν τύχοι δικαίως; ἀλλ' ὅμως προσηρμην μὴδ' ἂν εἰ τι γένοιτο τὴν ἐμὴν Ἰθάκην ὑπεριδεῖν, ἀλλὰ καὶ τὸν Ὀμηρικὸν Ὀδυσσέα διὰ ταῦτα ζηλῶ, ὅτι πάντα παρίδων τὴν μικρὴν ἐπόθει νῆσον καὶ ἥς οὐκ ἂν τις ἐπὶ βελτίστους ἐμνήσθη.