Ancient Greek
686.6
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 686.6
Unproofread scanNot analysed yet
ρη’. Νεστορίῳ. Ἔτι σιγᾷς; ἐτι τῆς τύχης γίνῃ βαρύτερος; ἢ μὲν γὰρ εἰσέτι νῦν ἀπεστέρησας, σὺ δὲ καὶ μικρῶν ἡμῖν ἐφθόνησας συλλαβῶν, μηδὲ τὸ κοινὸν οὗ τοῦτο τὰ τῶν φίλων μιμούμενος. ἀλλ’ ἐγὼ μὲν σε καὶ μὴ παρόντα ποθῶ, καὶ μεμνημένος εὐφραίνομαι, καὶ νῦν καιρὸν ἐδρῶν οὐκ οἶδα τιμήσαι σιγὴν, ἄνιξά δὴ σε προσερεῖν ἐπιτηδεῖον· σὺ δὲ εἰ τι μὴ καὶ τοῦτο τῆς πατρίδος ἀπέλασας, τὸ μὴ μένειν ἐφ’ οἷς δὴ σε πρῶην ἐπαίδευσας, μάλιστα μὲν ποθοῦσιν ἐφίστασο· εἰ δὲ μή, μιμοῦ τὴν θέαν τοῖς γράμμασι, καὶ πείσεις ὡς τὴν ἐμὴν διδασκαλίαν τὸ τῆς χώρας οὐδαμῶς ἐνίκησε βάραθρον. οὕτως ἐπαίρομαι πρὸς ἄνδρα διδασκάλου φρονήματος ἀντεχόμενος.