Ancient Greek
Paragraph 32
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 32
Not analysed yet
32. Μετὰ δὲ τὸν Σύαγρον κόλπος ἐστὶ συναφὴς ἐπὶ βάθος ἐνδύνων εἰς τὴν ἤπειρον, Ὄμανα, σταδίους ἔχων ἑξακοσίους τὸ διαπέραμα, καὶ μετʼ αὐτὸν ὑψηλὰ ὄρη πετρώδη καὶ ἀπόκοπα ἀνθρώπων ἐν σπηλαίοις κατοικούντων, ἐπὶ σταδίους ἄλλους πεντακοσίους, καὶ μετʼ αὐτοὺς ὅρμος ἀποδεδειγμένος τοῦ Σαχαλίτου λιβάνου πρὸς ἐμβολὴν, Μόσχα λιμὴν λεγόμενος, εἰς ἣν ἀπὸ Κανῆς συνήθως πλοῖα πέμπεταί τινα, καὶ παραπλέοντα ἀπὸ Λιμυρικῆς ἢ Bαρυγάζων ὀψινοῖς καιροῖς παραχειμάσαντα παρὰ τῶν βασιλικῶν πρὸς ὀθόνιον καὶ σῑτον καὶ ἔλαιον λίβανον ἀντιφορτίζουσι παῤ ὅλον τὸν Σαχαλίτην χώμασι κείμενον καὶ ἀφύλακτον, δυνάμει θεῶν τινὶ τοῦτον τὸν τόπον ἐπιτηρούντων· οὔτε γὰρ λάθρα οὔτε φανερῶς χωρὶς βασιλικῆς δώσεως εἰς πλοῖον ἐμβληθῆναι δύναται· κἂν χόνδρον τις ἄρῃ, οὐ δύναται πλεῦσαι τὸ πλοῖον ἀπὸ τοῦ λιμένος.