Ancient Greek
Paragraph 33
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 33
Not analysed yet
33. Ἀπὸ δὲ Μόσχα λιμένος ἐπʼ ἄλλους σταδίους ὡς χιλίους πεντακοσίους ἕως Ἀσὶχ ὄρος τῇ γῇ παρατείνει, καὶ κατὰ τὸ ἀπολῆγον αὐτοῦ μέρος ἑπτὰ νῆσοι πρόκεινται κατὰ τὸ ἑξῆς, αἱ Ζηνοβίου λεγόμεναι, μεθʼ ὃς ἄλλη παράκειται χώρα βάρβαρος οὐκ ἔτι τῆς αὐτῆς βασιλείας, ἀλλʼ ἤδη τῆς Περσίδος, ἣν ἀφʼ ὕψους παραπλέοντι ὡς σταδίους δισχιλίους ἀπὸ τῶν Ζηνοβίου συναντᾷ νῆσος Σαράπιδος λεγομένη, ἀπὸ σταδίων τῆς γῆς ὡσεὶ ἑκατὸν εἴκοσι. Ταύτης τὸ μὲν πλάτος ἐστὶν ὡσεὶ σταδίων διακοσίων, τὸ δὲ μῆκος ἑξακοσίων, οἰκεῖται δὲ κώμαις τρισὶ καὶ ἀνθρώποις ἱεροῖς Ἰχθυοφάγων· γλώσση δὲ Ἀραβικῇ χρῶνται καὶ περιζώμασι φύλλων κουκίνων. Ἔχει δὲ ἡ νῆσος χελώνην ἱκανὴν καὶ διάφορον· ἐξαρτίζοωσι δὲ εἰς αὐτὴν συνήθως οἱ ἀπὸ Κανῆς σκάφας καὶ ἐφόλκια.