Ancient Greek
Paragraph 53
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 53
Not analysed yet
53. Μετὰ δὲ Καλλίεναν ἄλλα ἐμπόρια τοπικὰ Εήμυλλα καὶ Μανδαγόρα καὶ Παλαιπάτμαι καὶ Μελιζειγάρα καὶ Βυζάντιον καὶ Τοπαρὸν καὶ Τυραννοσβόας. Εἶτα Σησεκρείεναι λεγόμεναι νῆσοι καὶ ἡ τῶν Aἰγιδίων καὶ ἡ τῶν Καινειτῶν κατὰ τὴν λεγομένην Χερσόνησον, καθʼ οὓς τόπους εἰσὶ πειραταὶ, καὶ μετὰ ταύτην Λευκὴ νῆσος. Εἶτα Νάουρα καὶ Τύνδις τὰ πρῶτα ἐμπόρια τῆς Λιμυρικῆς, καὶ μετὰ ταύτας, Μουζιρὶς καὶ Νέλκυνδα, αἱ νῦν πράσσουσαι.