Ancient Greek
Paragraph 62
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 62
Not analysed yet
62. Περὶ δὲ τούτους τοὺς τόπους πολὺ τῇ μεσογείῳ παρήκουσα Μασαλία παράκειται χώρα· γίνονται ἐν αὐτῇ σινδόνες πλεῖσται. Ἀπὸ δὲ ταύτης εἰς αὐτὴν τὴν ἀνατολὴν διαπεράσαντι τὸν παρακείμενον κόλπον ἡ Δησαρηνὴ χώρα, φέρουσα ἐλέφαντα τὸν λεγόμενον βωσαρὴ, καὶ μετʼ αὐτὴν, εἰς τὸν βορέαν ἤδη ἀπονεύοντος τοῦ πλοὸς, βάρβαρα πολλὰ ἔθνη, ἐν οἷς οἱ Κιρρᾶδαι, γένος ἀνθρώπων ἐντεθλιμμένων τὴν ῥῖνα, ἀγρίων, καὶ Βαργύσων ἕτερον ἔθνος καὶ τὸ τῶν Ἱππιοπροσώπων ἢ Μακροπροσώπων, λεγόμενον ἀνθρωποφάγον εἶναι.