Ancient Greek
Paragraph 63
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 63
Not analysed yet
63. Μετὰ δὲ ταῦτα, εἰς τὴν ἀνατολὴν πλεόντων καὶ τὸν ὠκεανὸν ἐν δεξιοῖς ἐχόντων, εὐώνυμα δὲ τὰ λοιπὰ μέρη ἔξωθεν παραπλεόντων, ὁ Γάγγης ἀπαντᾷ καὶ ἡ περὶ αὐτὴν ἐσχάτη τῆς ἀνατολῆς ἤπειρος, ἡ Χρυσῆ. Ποταμὸς δέ ἐστι περὶ αὐτὴν ὁ Γάγγης λεγόμενος, καὶ αὐτὸς μέγιστος τῶν κατὰ τὴν Ἰνδικὴν, ἀπόβασίν τε καὶ ἀνάβασιν τὴν αὐτὴν ἔχων τῷ Νείλῳ, καθʼ ὃν καὶ ἐμπόριόν ἐστιν ὁμώνυμον τῷ ποταμῷ, ὁ Γάγγης, διʼ οἷ φέρεται τό τε μαλάβαθρον καὶ ἡ Γαγγητικὴ νάρδος καὶ πινικὸν καὶ σινδόνες αἱ διαφορώταται, αἱ Γαγγητικαὶ λεγόμεναι. Λέγεται δὲ καὶ χρυσωρύχια περὶ τοὺς τόπους εἶναι, νόμισμά τε χρυ σοῦ, ὁ λεγόμενος κάλτις. Κατʼ αὐτὸν δὲ τὸν ποταμὸν νῆσός ἐστιν ὠκεάνιος, ἐσχάτη τῶν πρὸς ἀνατολὴν μερῶν τῆς οἰκουμένης, ὑπʼ αὐτὸν ἀνέχοντα τὸν ἥλιον, καλουμένη Χρυσῆ, χελώνην ἔχουσα πάντων τῶν κατὰ τὴν Ἐρυθρὰν τόπων ἀρίστην.