Ancient Greek
1.71 to 1.73
Pseudo-Galen, Definitiones Medicae 1.71-73
Not analysed yet
Μύξα ἐστὶν ἀποκάθαρμα τοῦ ἐγκεφάλου ὥστε κουφίζεσθαι τὸ ἡγούμενον τῆς ψυχῆς μέρος. Ἱδρώς ἐστι περιήθημα τῆς ἐν τῷ αἵματι λεπτῆς καὶ ὀῤῥώδους ὑγρασίας. Φλέψ ἐστιν ἀγγεῖον αἵματος καὶ τοῦ συγκεκραμένου τῷ αἵματι φυσικοῦ πνεύματος, νευρώδης, τὴν αἴσθησιν καὶ τὴν ὑγρὰν καὶ θερμὴν οὐσίαν ἔχουσα· ἔχει δὲ πλεῖον τὸ αἷμα, ὀλιγώτερον δὲ τὸ ζωτικὸν πνεῦμα.