Ancient Greek
1.74
Pseudo-Galen, Definitiones Medicae 1.74
Not analysed yet
Ἀρτηρία ἐστὶν ἀγγεῖον αἵματος ἐλάττονος καὶ καθαρωτέρου καὶ τοῦ συγκεκραμένου φυσικοῦ πνεύματος πλείονος καὶ λεπτομερεστέρου, θερμοτέρα καὶ ξηροτέρα καὶ αἰσθητικωτέρα τῆς φλεβὸς σφυγμωδῶς κινουμένη. ἄλλως. ἀρτηρία ἐστὶ σῶμα κοῖλον διχίτωνον, ἐκ καρδίας ὁρμώμενον πνεύματος ζωτικοῦ χορηγόν. δέχεται δὲ καθαρὸν ἀέρα ἐν τῇ συστολῇ καὶ ἐκκρίνει ἐν τῇ διαστολῇ τὰ καπνώδη καὶ λιγνυώδη περιττώματα· εἰσφέρουσα οὖν καθαρὸν ἀέρα ψύχει τὴν καρδίαν καὶ τὸ ἔμφυτον θερμόν. ἡ χρεία γοῦν τοῦ σφυγμοῦ αὕτη ἐστὶ τὸ ἐμψύχεσθαι διὰ τοῦ ἀέρος. ἔστι δὲ καὶ αὕτη οὐσία τοῦ ἀέρος τὸ προστίθεσθαι τῷ ἡμετέρῳ πνεύματι γέννησις καὶ προσθήκη τοῦ ψυχικοῦ πνεύματος.