Ancient Greek
1.75 to 1.85
Pseudo-Galen, Definitiones Medicae 1.75-85
Not analysed yet
Εἰσὶ κινήσεις ἐν ἡμῖν ὡς Ἀριστοτέλης ἐκ κατηγορίας λέγει ἕξ· γένεσις, φθορὰ, μείωσις, ἀλλοίωσις, αὔξησις καὶ ἡ κατὰ τὸν τόπον φορά. Νεῦρόν ἐστι σῶμα λευκὸν καὶ νᾶστον. νεύρων τρεῖς εἰσιν αἱ διαφοραὶ, τὰ μὲν ἐξ ἐγκεφάλου καὶ νωτιαίου ἐκπεφυκότα νεῦρα, ταῦτα κυρίως προσαγορεύεται· τὰ δὲ ἐκ μυῶν τένοντες· τὰ δὲ ἐξ ὀστῶν σύνδεσμοι. Νεῦρα τὰ ἀπ’ ἐγκεφάλου καὶ μηνίγγων ἐκπεφυκότα, κοινὰ, ξηρότερα καὶ ἧττον θερμότερα φλεβῶν καὶ ἀρτηριῶν αἰσθητικώτερα τὰς προαιρετικὰς κινήσεις ἐκτελοῦντα. Νεῦρα τὰ ἐξ ὀστῶν ἐκφυόμενα εἰσὶν τὰ ἐξ ὀστῶν εἰς ὀστᾶ συνδετικὰ καὶ συνεκτικὰ τῶν ἄρθρων καὶ τῶν μελῶν τοῦ σώματος. Νεῦρον ἐκ μυὸς ἐκφυόμενον πέρας ἐστὶ μυὸς ἢ ἀπονεύρωσις εἰς τὸ κινηθησόμενον μέρος ἐμφυομένη. Μύες εἰσὶ σώματα νευρώδη ἀναμεμιγμένης αὐτοῖς καὶ σαρκὸς πρὸς κίνησιν τῶν σώματος μερῶν γεγονότες. Περιόστεοι ὑμένες εἰσὶν εἱλύματα λεπτὰ, ἰνώδη ὥσπερ ἐνδύματα τῶν ὀστῶν ὑπὸ τῆς φύσεως γενόμενοι. Πιμελή ἐστι παρέγχυμα τροφῆς περὶ τοὺς ὑμένας μάλιστα πηγνυμένη, ἀναίσθητος. Σάρξ ἐστιν ἐξ αἵματος πεπηγυῖα, ὑγρὰ καὶ θερμὴ, σκέπην τε καὶ τὴν μαλακότητα παρεχομένη τῷ σώματι. Ὁ ἐν τοῖς ὀστέοις μυελός ἐστι περιεχόμενος ταῖς κοιλότησιν τῶν ὀστῶν, λιπαρὸς καὶ ἀναίσθητος. Χόνδροι εἰσὶ σώματα γεωδέστερα καὶ ἀναίσθητα, ἅτινά εἰσι ῥὶς καὶ ὦτα.