Ancient Greek
1.86
Pseudo-Galen, Definitiones Medicae 1.86
Not analysed yet
Ὀστᾶ εἰσι σώματα ξηρὰ καὶ γεώδη καὶ ψυχρὰ καὶ ἀναίσθητα. ἄλλως. ὀστοῦν ἐστι σῶμα γεωδέστερον, ψυχρὸν καὶ ἀναίσθητον. ὀστοῦν ἐστι κατὰ μὲν Πλάτωνα μυελὸς ὑπὸ θερμοῦ πηγνύμενος, κατὰ δὲ ἐνίους τῶν ἰατρῶν σύγκρισις γεώδης καὶ στερεὰ καὶ ἀναίσθητος καὶ ἄναιμος. κοινὰ δὲ ἡ ἀναισθησία καὶ μὴ ἀνωμαλία χόνδρου καὶ ὄνυχος. ἀλλ’ ὁ μὲν χόνδρος εἰκών ἐστιν ὀστοῦ. παράκειται γὰρ ἐν τοῖς ἄρθροις πλειστάκις. ὄνυξ δὲ ὀστέου εἴη ἂν ἐπιφάνεια ἢ δέρματος ἄφαψις σκληρὰ καὶ ξηρά.