Ancient Greek · ~2 min
Section 23
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 23
Not analysed yet
Τὴν ἐναντίαν γάρ, εἷπον, προὐθέμην ἤ φασιν Ἀννίκεριν τὸν Κυρηναῖον φιλοτιμηθῆναι πρὸς Πλάτωνά τε καὶ τοὺς ἑταίρους· τὸν μέν γε Κυρηναῖον ἁρματηλασίαν ἐπιδεικνύντα πολλοὺς περὶ τὴν Ἀκαδημίαν ἐξελαύνειν δρόμους ἐπὶ τῆς αὐτῆς ἁρματοτροχίας ἅπαντας μηδὲν παραβάντας, ὥσθ’ ἑνὸς δρόμου σημεῖα κατὰ τῆς γῆς ὑπολείπεσθαι· τοὐμὸν δέ γε τὴν ἐναντίαν σπεύδει, τὰς ἁρματοτροχίας ἀλεείνειν. οὐ μάλα ῥᾴδιον δ’, οἶμαι, καινουργεῖν ὁδοὺς τῶν τετριμμένων ἐκτρεπόμενον. Ἀλλά τοι τὸ Παύσωνος, ἔφη, σοφόν. Ποῖον; ἔφην· οὐ γὰρ ἀκήκοα.