Ancient Greek · ~3 min
Section 29
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 29
Not analysed yet
ἐπεὶ δ’ εἰσῆλθεν . . . . αὐτὸ φράσει τὰ λοιπὰ τὸ βιβλίον. Χαῖρε, ὦ Ἀντίπατρε. Τί δ’ οὐ μέλλω χαίρειν, εἰ Δημοσθένην ἤγαγες; Ἤγαγον, ὡς ἐδυνάμην· ὑδρίαν γὰρ κομίζω τῶν Δημοσθένους λειψάνων. Ἀπ᾿ ἐλπίδος γε μὴν ἔσφηλας, ὦ Ἀρχία. τι γὰρ τῶν ὀστῶν καὶ τῆς ὑδρίας Δημοσθένην οὐκ ἔχοντι; Τὴν γὰρ ψυχήν, ὦ βασιλεῦ, πρὸς βίαν αὐτοῦ κατέχειν ἀδύνατον. Τί δ’ οὐ ζῶντα κατειλήφατε; Κατειλήφαμεν. Κατὰ τὴν ὁδὸν οὖν τέθνηκεν; Οὔκ, ἀλλ’ οὗπερ ἦν, ἐν Καλαυρίᾳ. Τάχα τῆς ὑμετέρας γέγονεν ἔργον ὀλιγωρίας οὐ θεραπευόντων τὸν ἄνθρωπον. Ἀλλ’ οὐδ’ ὑφ’ ἡμῖν ἐγένετο. Τί φής; αἰνίγματα λέγεις, ὦ Ἀρχία, ξῶντα λαβόντες οὐκ ἔχετε.