Ancient Greek · ~1 min
Section 30
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 30
Not analysed yet
Οὐ γὰρ ἐκέλευες τήν γε πρώτην μὴ βιάζεσθαι; καίτοι πλέον ἂν οὐδὲ βιασαμένοις οὐδὲν ἦν· καὶ γὰρ οὖν ἐμελλήσαμεν. Οὐκ εὖ γε ὑμεῖς οὐδὲ μελλήσαντες. ἴσως οὖν ἐκ τῆς ὑμετέρας τέθνηκε βίας. Ἡμεῖς μὲν αὐτὸν οὐκ ἀπεκτείναμεν, βιάξεσθαι δὲ μὴ πείθουσιν ἀναγκαῖον ἦν. σοὶ δ’, ὦ βασιλεῦ, τί τὸ πλέον, εἰ ξῶν ἀφίκετο; πάντως οὐδὲν ἂν αὐτὸν ἢ ἀπέκτεινας.