Ancient Greek
Section 41
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 41
Not analysed yet
Ὑμεῖς δέ, ἔφη, διανοεῖσθε ὡς ὑπὲρ Εὐβούλου καὶ Φρύνωνος καὶ Φιλοκράτους, καὶ πειρᾶσθε δώροις καὶ τοῦτον ἀναπείθειν, ἄνθρῶπον καὶ τὴν πατρῷαν οὐσίαν εἰς Ἀθηναίους ἰδίᾳ τε τοῖς δεηθεῖσι καὶ δημοσίᾳ τῇ πόλει καταναλωκότα, διαμαρτάνοντες δὲ φοβήσειν οἴεσθε πάλαι βεβουλευμένον τὴν ψυχὴν ὑποθεῖναι ταῖς τῆς πατρίδος ἀδήλοις τύχαις, καὶ καθαπτομένου τῶν πραττομένων ὑμῖν ἀγανακτεῖτε; ὁ δ’ οὐδὲ τὸν Ἀθηναίων δῆμον ὑποστέλλεται. λέληθεν ὑμᾶς, ἔφη, τῇ μὲν τῆς πατρίδος εὐνοίᾳ πολιτευόμενος, αὑτῷ δὲ τὴν πολιτείαν γυμνάσιον φιλοσοφίας προθέμενος.