Ancient Greek · ~2 min
Section 42
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 42
Not analysed yet
ταῦτά τοι, ὦ ᾿Αρχία, ὑπερεπεθύμουν αὐτῷ συγγενόμενος τήν τε γνώμην, ἣν ἔχοι περὶ τῶν παρόντῶν, ἀκοῦσαι λέγοντος καὶ τῶν ἀεὶ παραπεπτωκότων ἡμῖν κολάκων, εἰ ἐδεόμην, ἀποστὰς ἁπλοῦ τινος ἐξ ἐλευθέρας γνώμης ἀκοῦσαι λόγου καὶ φιλαλήθους συμβουλῆς μεταλαβεῖν. καί τι καὶ νουθετῆσαι δίκαιον, ὑπὲρ οἵων ὄντων τῶν ᾿Αθηναίων τὴν ἀχαριστίαν πάντα παραβάλοιτο τὸν αὑτοῦ βίον, ἐξὸν εὐγνωμονεστέροις καὶ βεβαιοτέροις κεχρῆσθαι φίλοις. Ὦ βασιλεῦ, τῶν μὲν ἄλλων ἴσως ἂν ἔτυχες, ταυτὶ δὲ μάτην ἂν ἔλεγες· οὕτως μανικῶς φιλαθήναιος ἦν. Ἦν ταῦτα, ὦ Ἀρχία· τί γὰρ ἂν καὶ λέγοιμεν; ἀλλὰ πῶς ἀπέθανεν;