Ancient Greek · ~3 min
Section 43
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 43
Not analysed yet
Ἔοικας ἔτι μᾶλλον, ὦ βασιλεῦ, θαυμάσειν· καὶ γὰρ ἡμεῖς οὗ τεθεαμένοι διαφέρομεν οὐδὲν ἐκπλήξει τε καὶ ἀπιστίᾳ τῶν ὁρώντων. ἔοικε γὰρ δὴ πάλαι ὧδε βεβουλευμένῳ περὶ τῆς ὑστάτης ἡμέρας· δηλοῖ δὲ ἡ παρασκευή. καθῆστο μὲν γὰρ ἔνδον ἐν τῷ νεῷ, μάτην δὲ τῶν πρόσθεν ἡμερῶν λόγους ἦμεν καταναλωκότες. Τίνες γὰρ ἦσαν οἱ παρ’ ὑμῶν λόγοι; Πολλὰ καὶ φιλάνθρωπα προὐτεινόμην ἔλεόν τινα παρὰ σοῦ καθυπισχνούμενος, οὐ μάλα μὲν προσδοκῶν—οὐ γὰρ ἠπιστάμην, ἀλλὰ σὲ ᾤμην δι᾿ ὀργῆς ἔχειν τὸν ἄνθρωπον—χρήσιμον δ’ οὖν πρὸς τὸ πείθειν νομίξων. Ὁ δὲ πῶς προσίετο τοὺς λόγους; καί με μηδὲν ἀποκρύψῃ· μάλιστα μὲν γὰρ αὐτήκοος ἂν ἐβουλόμην παρὼν εἶναι νῦν. ἀλλὰ σύ γε μὴ παραλίπῃς μηδέν· οὐ γάρ τοι σμικρὸν ἔργον, ἦθος ἀνδρὸς γενναίου πρὸς αὐτῷ τῷ τέλει τοῦ βίου καταμαθεῖν, πότερον ἄτονος καὶ νωθρὸς ἦν ἢ παντάπασιν ἀκλινὲς τὸ τῆς ψυχῆς ὄρθιον ἐφύλαττεν.