Ancient Greek
Section 44
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 44
Not analysed yet
Οὐδὲν ὑπέστελλεν ἐκεῖνός γε. πῶς γάρ; ὃς ἡδὺ γελάσας κἀμὲ δὴ σκώπτων εἰς τὸν πρότερον βίον, ἀπίθανον ἔφη με ὑποκριτὴν εἶναι τῶν σῶν ψευσμάτων. Ἀπιστήσας ἄρα τοῖς ἐπαγγέλμασι προεῖτο τὴν ψυχήν; Οὔκ· εἴ γε τῶν λοιπῶν ἀκούσαις, οὐ δόξει σοι μόνον ἀπιστεῖν. ἀλλ’ ἐπεὶ κελεύεις, ὦ βασιλεῦ, λέγειν, Μακεδόσι μέν, εἶπεν, οὐδὲν ἀπώμοτον, οὐδὲ παράδοξον, εἰ Δημοσθένην οὕτως λαμβάνουσιν ὡς Ἀμφίπολιν, ὡς Ὄλυνθον, ὡς Ὠρωπόν. τοιαῦτα πολλὰ ἔλεγε· καὶ γὰρ οὖν ὑπογραφέας παρεστησάμη, ἵνα σοι τὰ λεχθέντα σώζοιτο. Ἐγὼ μέν τοι, ἔφη, ὦ Ἀρχία, βασάνων ἢ θανάτου φόβῳ κατ’ ὄψιν οὐκ ἂν Ἀντιπάτρῳ γενοίμην, ἀλλ’ εἰ ταῦτ’ ἀληθεύετε, πολύ μοι μᾶλλον ἔτι φυλακτέον μὴ τὴν ψυχὴν αὐτὴν παρ’ Ἀντιπάτρου δεδωροδοκηκέναι μηδ’ ἣν ἐμαυτὸν ἔταξα τάξιν λιπὼν τὴν Ἑλληνικὴν εἰς τὴν Μακεδονικὴν μεταβάλλεσθαι.