Ancient Greek
Section 45
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 45
Not analysed yet
καλὸν γάρ, Ἀρχία, εἰ τὸ ζῆν ἐμοὶ Πειραιεὺς αὐτὸς παρέχοι καὶ τριήρης ἣν ἐπιδέδωκα, καὶ τεῖχος καὶ τάφρος τοῖς ἐμοῖς τέλεσιν ἐξειργασμένα καὶ φυλὴ Πανδιονίς, ᾗ ἐθελοντὴς ἐχορήγουν ἐγώ, καὶ Σόλων καὶ Δράκων καὶ παρρησία βήματος καὶ δῆμος ἑλεύθερος καὶ ψηφίσματα στρα- τιωτικὰ καὶ νόμοι τριηραρχικοὶ καὶ προγόνων ἀρεταὶ καὶ τρόπαια καὶ πολιτῶν εὔνοια τῶν ἐμὲ πολλάκις ἐστεφανωκότων καὶ δύναμις Ἑλλήνων τῶν ὑπ’ ἐμοῦ μέχρι νῦν τετηρημένων· εἰ δὲ καὶ βιωτὸν ἐλεηθέντι, ταπεινὸν μέν, ἀνεκτὸς δ’ οὖν ὁ ἔλεος παρὰ τοῖς οἰκείοις, ὧν ἐλυσάμην αἰχμαλώτους, ἢ τοῖς πατράσιν. ὧν συνεξέδωκα τὰς θυγατέρας ἢ οἷς τοὺς ἐράνους συνδιελυσάμην.