Ancient Greek
Section 46
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 46
Not analysed yet
εἰ δέ με μὴ σώζει νήσων ἀρχὴ καὶ θάλαττα, παρά γε τουτουὶ Ποσειδῶνος αἰτῶ τὸ σώζεσθαι καὶ τοῦδε τοῦ βωμοῦ καὶ τῶν ἱερῶν νόμων. εἰ δὲ Ποσειδῶν, ἔφη, μὴ δύναται φυλάττειν τὴν ἀσυλίαν τοῦ νεὼ μηδ’ ἐπαισχύνεται προδοῦναι Δημοσθένην Ἀρχίᾳ, τεθναίην, οὐδὲν Ἀντίπατρος ἡμῖν ἀντὶ τοῦ θεοῦ κολακευτέος. ἐξῆν μοι φιλτέρους ἔχειν Ἀθηναίων Μακεδόνας καὶ νῦν μετέχειν τῆς ὑμετέρας τύχης, εἰ μετὰ Καλλιμέδοντος καὶ Πυθέου καὶ Δημάδου συνεταττόμην· ἐξῆν κἂν ὀψὲ τῆς τύχης μεθαρμόσασθαι, εἰ μὴ τὰς Ἐρεχθέως θυγατέρας καὶ τὸν Κόδρον ἐπῃσχυνόμην. οὔκουν ἡρούμην αὐτομολοῦντι τῷ δαίμονι συμ- μεταβάλλεσθαι· καλὸν γὰρ κρησφύγετον θάνατος ἐν ἀκινδύνῳ παντὸς αἰσχροῦ γενέσθαι. καὶ νῦν, Ἀρχία, τὸ κατ’ ἐμαυτὸν οὐ καταισχύνω τὰς Ἀθήνας δουλείαν ἑκὼν ἑλόμενος, ἐντάφιον δὲ τὸ κάλλιστον τὴν ἐλευθερίαν προέμενος.