Ancient Greek · ~2 min
Section 47
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 47
Not analysed yet
ἀλλὰ δίκαιον γάρ, ἔφη, σοὶ τῶν τραγῳδιῶν μνημονεύειν, οὗ σεμνὸν τὸ λεχθὲν ἡ δὲ καὶ θνήσκουσ’ ὅμως πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν· κόρη καὶ ταῦτα· Δημοσθένης δὲ εὐσχήμονος θανάτου βίον προκρινεῖ ἀσχήμονα τῶν Ξενοκράτους καὶ Πλάτωνος ὑπὲρ ἀθανασίας λόγων ἐκλαθόμενος; καί τινα καὶ πικρότερον ἔλεγε προαχθεὶς εἰς τοὺς ταῖς τύχαις ἐξυβρίζοντας. ἀλλὰ τί δεῖ νῦν λέγειν ἐμέ; τέλος δ’ ἐμοῦ τὰ μὲν δεομένου, τὰ δ’ ἀπειλοῦντος, ἁπαλὴν μοῦσαν στερεᾷ κεραννύντος, Ἐπείσθην ἄν, ἔφη, τούτοις Ἀρχίας ὤν, ἐπεὶ δὲ Δημοσθένης εἰμί, συγγίνωσκέ μοι, ὦ δαιμόνιε, μὴ πεφυκότι κακῷ γενέσθαι. ἡ δὲ καὶ θνήσκουσ’ ὅμως πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν·