Ancient Greek · ~2 min
Section 48
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 48
Not analysed yet
τότε δὴ τότε πρὸς βίαν αὐτὸν ἀποσπᾶν διενοούμην· ὁ δ’ ὡς ᾔσθετο, δῆλος ἦν καταγελῶν καὶ τὸν θεὸν προσβλέψας, Ἔοικεν Ἀρχίας, εἶπεν, ὅπλα μόνα καὶ τριήρεις καὶ τείχη καὶ στρατόπεδα δυνάμεις εἶναι καὶ κρησφύγετα ταῖς ἀνθρωπίναις ψυχαῖς ὑπολαμβάνειν, τῆς δ᾽ ἐμῆς παρασκευῆς καταφρονεῖν, ἣν οὐκ ἂν ἐλέγξειαν Ἰλλυριοὶ καὶ Τριβαλλοὶ καὶ Μακεδόνες ἐχυρωτέραν ἢ ξύλινόν ποτε τεῖχος ἡμῖν, ὃ θεὸς ἀνεῖλεν ἀπόρθητον εἶναι· μεθ’ ἧς ἂν τῆς προνοίας ἀδεῶς μὲν ἐπολιτευσάμην, ἀδεὲς δέ μοι τὸ κατὰ Μακεδόνων θάρσος, ἐμέλησε δ’ οὐδὲν οὐκ Εὐκτήμονος, οὐκ Ἀριστογείτονος, οὐ Πυθέου καὶ Καλλιμέδοντος, οὐ Φιλίππου τότε, οὐ τὰ νῦν Ἀρχίου.