Ancient Greek · ~3 min
Section 26
Pseudo-Lucian, Ἔρωτες 26
Not analysed yet
εἰ δ’ εἴκοσιν ἐτῶν ἀποπειρῴη παῖδά τις, αὐτὸς ἔμοιγε δοκεῖ πασχητιᾶν ἀμφίβολον Ἀφροδίτην μεταδιώκων· σκληροὶ γὰρ οἱ τῶν μελῶν ἀπανδρωθέντες ὄγκοι καὶ τραχὺ μὲν ἀντὶ τοῦ πάλαι μαλακοῦ πυκασθὲν ἰούλοις τὸ γένειον, οἱ δ’ εὐφυεῖς μηροὶ θριξὶν ὡσπερεὶ ῥυπῶντες· ἃ δ’ ἐστὶ τούτων ἀφανέστερα, τοῖς πεπειρακόσιν ὑμῖν εἰδέναι παρίημι. γυναικὶ δὲ ἀεὶ πάσῃ ἡ τοῦ χρώματος ἐπιστίλβει χάρις, καὶ δαψιλεῖς μὲν ἀπὸ τῶν τῆς κεφαλῆς βοστρύχων ἕλικες ὑακίνθοις τὸ καλὸν ἀνθοῦσιν ὅμοια πορφύροντες οἱ μὲν ἐπινώτιοι κέχυνται μεταφρένων κόσμος, οἱ δὲ παρ’ ὦτα καὶ κροτάφους πολὺ τῶν ἐν λειμῶνι οὐλότεροι σελίνων. τὸ δ᾽ ἄλλο σῶμα μηδ᾽ ἀκαρῆ τριχὸς αὐταῖς ὑποφυομένης ἠλέκτρου, φασίν. ἢ Σιδωνίας ὑέλου διαφεγγέστερον ἀπαστράπτει.