Ancient Greek
Dfhg-Source dfhg3_PTOLEMAEUS_EVERGETES_II
PTOLEMAEUS EVERGETES II, Fragmenta 9
Not analysed yet
Πτολεμαῖος δ ̓ ὁ τῆς Αἰγύπτου βασιλεὺς ἐν τῷ ἐνάτῳ τῶν Ἀπομνημονευμάτων· «Εἰς Ἄσσον (φησὶν) ἐπιδημήσαντί μοι, οἱ Ἄσσιοι παρέστησαν χοῖρον, ἔχοντα τὸ μὲν ὕψος δύο καὶ ἡμίσους πήχεων, ὅλον δ ̓ ἄρτιον πρὸς τὸ μῆκος, τῇ χροιᾷ χιόνινον. Ἔφασάν τε τὸν βασιλέα Εὐμένη τὰ τοιαῦτα ἐπιμελῶς ὠνεῖσθαι παρ ̓ αὐτῶν, διδόντα τοῦ ἑνὸς δραχμὰς τετρακισχιλίας.»