Ancient Greek · ~1 min
Dfhg-Source dfhg3_PTOLEMAEUS_EVERGETES_II
PTOLEMAEUS EVERGETES II, Fragmenta 7
Not analysed yet
Πτολεμαῖος δ ̓ ὁ βασιλεὺς ἐν ὀγδόῳ Ὑπομνημάτων, περὶ Μασσανάσσου τὸν λόγον ποιούμενος, τοῦ Λιβύων βασιλέως, φησὶ τάδε· «Δεῖπνα Ῥωμαῖκῶς ἦν κατεσκευασμένα, κεράμῳ παντὶ χορηγούμενα ἀργυρῷ. Τὰς δὲ τῶν δευτέρων τραπέζας ἐκόσμει τοῖς Ἰταλικοῖς ἐθισμοῖς· τὰ δὲ κανίσκια ἦν ἅπαντα χρυσᾶ, γεγονότα πρὸς τὰ πλεκόμενα ταῖς σχοίνοις· μουσικοῖς τε ἐχρῆτο Ἑλληνικοῖς.»