Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_PTOLEMAEUS_EVERGETES_II
PTOLEMAEUS EVERGETES II, Fragmenta 8
Not analysed yet
Ἔθος δὲ παρ ̓ αὐτοῖς (τοῖς Συβαρίταις) καὶ τοὺς παῖδας μέχρι τῆς τῶν ἐφήβων ἡλικίας ἁλουργίδας τε φορεῖν καὶ πλοκαμῖδας ἀναδεδεμένους χρυσοφορεῖν. Ἐπιχωριάζειν δὲ παρ ̓ αὐτοῖς διὰ τὴν τρυφὴν ἀνθρωπάρια μικρὰ, καὶ τοὺς σκωπαίους, ὥς φησιν ὁ Τίμων, τοὺς καλουμένους παρά τισι στίλπωνας, καὶ κυνάρια Μελιταῖα, ἅπερ αὐτοῖς καὶ ἕπεσθαι εἰς τὸ γυμνάσια. Πρὸς οὓς καὶ τοὺς ὁμοίους τούτοις Μασανάσσης ὁ τῶν Μαυρουσίων βασιλεὺς ἀπεκρίνατο, ὥς φησι Πτολεμαῖος ἐν ὀγδόῳ Ὑπομνημάτων, ζητοῦσι συνωνεῖσθαι πιθήκους· «Περ ̓ ὑμῖν, ὦ οὗτοι, αἰ γυναῖκες οὐ τίκτουσι παιδία; »Παιδίοις γὰρ ἔχαιρεν ὁ Μασανάσσης, καὶ εἶχε περ ̓ αὑτῷ τρεφόμενα τῶν υἱῶν (πολλοὶ δὲ ἦσαν) τὰ τέκνα, καὶ τῶν θυγατέρων ὁμοίως. Καὶ πάντα ταῦτα αὐτὸς ἔτρεφε μέχρι τριῶν ἐτῶν· μεθ ̓ ἃ ἀπέπεμπε πρὸς τοὺς γεγεννηκότας, παραγινομένων ἄλλων.