Ancient Greek · ~2 min
25 to 27
Rufus Soph., Ars rhetorica 25-27
Not analysed yet
κε΄. Ἀπόδειξίς ἐστι τῶν ἀμφισβητουμένων ἐν τῇ ὑποθέσει πραγμάτων εἰς ὁμολογίαν ἀποκατάστασις. ἀποδείκνυται δʼ ἕκαστον πρᾶγμα ἐκ τῶν ἐπιχειρημάτων. κϚ΄. Ἐπιχείρημα δέ ἐστιν ἐπινόημα ὃ κατασκευάζει τὸ ζητούμενον. τῶν δʼ ἐπιχειρημάτων τρόποι τέσσαρες· τὰ μὲν γὰρ λαμβάνεται ἀπὸ προσώπων, τὰ δὲ ἀπὸ πραγμάτων, τὰ δὲ ἀπὸ παραδειγμάτων, τὰ δὲ ἀπὸ τῶν ἀτέχνων. κζ΄. Τὰ μὲν οὖν ἐκ προσώπων λαμβανόμενα θεωρεῖται ἀπὸ τούτων ἀφʼ ὧν καὶ τὰ ἐγκώμια, γένους, φύσεως, ἀγωγῆς, τύχης, ἐπιτηδευμάτων, πράξεων, διαθέσεων.